Ζωντανή Αναμετάδοση Ιερών Ακολουθιών

Δευτέρα 20 Μαΐου 2019

Ευχή για τις Μαθητικές Εξετάσεις.


panelladikes exetaseis 1

ΕΥΧΗ ΔΙΑ ΤΑΣ ΜΑΘΗΤΙΚΑΣ ΕΞΕΤΑΣΕΙΣ
 
του Σεβασμ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ΄

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, Σὺ, ὅς ἐν τῇ νεανικῇ ἡλικίᾳ προέκοπτες σοφίᾳ, ἡλικίᾳ καὶ χάριτι, Σύ, ὁ τὸ Πανάγιὸν Σου Πνεῦμα καταπέμψας ἐπὶ τοὺς σοὺς μαθητὰς καὶ ἀναδείξας αὐτοὺς σοφοὺς καὶ διδασκάλους καὶ θεοκήρυκας ἀποστόλους τῇ οἰκουμένῃ, Αὐτός, ὁ Φιλάνθρωπος Κύριος, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, εὐλόγησον τοὺς δούλους Σου τούτους, τοὺς μαθητὰς καὶ τὰς μαθητρίας, τοὺς προσερχομένους εἰς τὰς προαγωγικὰς, ἀπολυτηρίους, ἐνδοσχολικὰς καὶ πανελληνίους ἐξετάσεις.
Ἐνίσχυσον, φώτισον, προστάτευσον αὐτοὺς ἀπὸ παντὸς κακοῦ καὶ πειρασμοῦ. Χάρισαι αὐτοῖς ὑγείαν, ὑπομονὴν καὶ ἐπιμονήν, προθυμίαν σπουδῆς καὶ δύναμιν πρὸς μελέτην τῶν μαθημάτων.

Ἐλθέ, Φιλάνθρωπε Κύριε, καὶ βοήθησον αὐτοὺς κατὰ τὰς ὥρας τῶν πάσης φύσεως ἐξετάσεων.
Σὺ γὰρ εἶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, ὁ γιγνώσκων τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ ὁ Δοτὴρ παντὸς ἀγαθοῦ, καὶ Σοὶ τὴν δέησιν ταύτην προσάγομεν καὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΜΗΝ.

Πηγή: romfea.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου