Πᾶσα ἡ Κτίσις, ἠλλοιοῦτο φόβῳ θεωροῦσά σε
ἐν σταυρῷ κρεμάμενον Χριστέ.
Ὁ ἥλιος ἐσκοτίζετο
καὶ γῆς τὰ θεμέλια συνεταράττετο.
Τὰ πάντα συνέπασχον τῷ τὰ πάντα κτίσαντι.
Ο ἑκουσίως δι' ἡμᾶς ὑπομείνας
Κύριε δόξα σοι.
* * *
Κύριε, ἀναβαίνοντός σου ἐν τῷ σταυρῷ
φόβος, καὶ τρόμος ἐπέπεσε τῇ Κτίσει
καὶ τὴν γῆν μὲν ἑκώλυες
καταπιεῖν τοὺς σταυροῦντάς σε
τῷ δὲ ᾍδῃ ἐπέτρεπες
ἀναπέμπειν τοὺς δεσμίους
εἰς ἀναγέννησιν βροτῶν.
Κριτὰ ζώντων καὶ νεκρῶν
ζωὴν ἦλθες παρασχεῖν
καὶ οὐ θάνατον!
Φιλάνθρωπε δόξα σοι.
* * *
Ἡ ζωηφόρος σου Πλευρά
ὡς ἐξ Ἐδὲμ πηγὴ ἀναβλύζουσα
τὴν Ἐκκλησίαν σου Χριστέ
ὡς λογικὸν ποτίζει Παράδεισον.
Εντεῦθεν μερίζουσα
ὡς εἰς ἀρχὰς εἰς τέσσαρα Εὐαγγέλια
τὸν Κόσμον ἀρδεύουσα
τὴν κτίσιν εὐφραίνουσα
καὶ τὰ ἔθνη πιστῶς, διδάσκουσα
προσκυνεῖν τὴν Βασιλείαν σου.
ΑΚΟΛΟΥΘΙΑ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ
Εικ. Η Σταύρωση (1597) Δομίνικος Θεοτοκόπουλος ( El Greco )
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου