Ζωντανή Αναμετάδοση Ιερών Ακολουθιών

Τετάρτη 5 Ιανουαρίου 2022

Παραμονή Θεοφανείων.

 

«Σήμερον ὁ προφήτης καὶ προδρομος τῷ δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ρείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται.

Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ παράδεισος ἠνέῳκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωυσέως τῷ λαῷ εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ.

Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν, καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.



Σήμερον λαμπαδοφεγγεῖ πᾶσα η κτισις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ οδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἢ τοῦ δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ.

Σήμερον ἢ ἱερὰ καὶ μεγαλοφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ».

Απόσπασμα από ευχή του Μεγάλου Αγιασμού.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου