Ζωντανή Αναμετάδοση Ιερών Ακολουθιών

Δευτέρα 21 Απριλίου 2025

Ποῦ σου, θάνατε, τὸ κέντρον; - Ἀνέστη Χριστὸς καὶ ζωή πολιτεύεται.

 Μπορεί να είναι εικόνα 1 άτομο 

Εἴ τις εὐσεβής καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως.
Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ.
Εἴ τις ἐκάμνεν νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον.
Εἴ τις ἀπὸ πρώτης ὥρας ἦλθεν, δεχέσθω σήμερον τὸ δίκαιον ὀφειλόμενον.
Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· οὐδὲν γὰρ ζημιοῦται.
Εἴ τις ὑστερήσας ἦλθεν μέχρι τῆς ἐνάτης, προσελθέτω μηδὲν ἐνδοιάζων.

Εἴ τις μόνον ἔφθασε τῇ ἐνδεκάτῃ, μηδὲν ἀπογινέσθω διὰ τὴν βραδυτήτα·
Φιλότιμος γὰρ ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον καθάπερ καὶ τὸν πρῶτον·
ἀναπαύει τὸν τῆς ἐνδεκάτης ὥρας ἐρχόμενον ὥσπερ τὸν εργασάμενον ἀπὸ πρώτης·
καὶ τὸν ὕστερον ἐλεεῖ καὶ τὸν πρῶτον θεραπεύει·
κᾄκεινῳ δίδωσι καὶ τούτῳ χαρίζεται·
καὶ τὰ ἔργα δέχεται καὶ τὴν πρόθεσιν ἀσπάζεται·
καὶ τὴν πράξιν τιμᾷ καὶ τὴν γνώμην ἐπαινεί.



Οὖν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν·
καὶ πρώτοις καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε.
Πλούσιοι καὶ πένητες μετ᾿ ἀλλήλων χορεύσατε·
ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε·
νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον.
Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες·
ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθῃ πεινῶν·
πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως·
πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.

Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία.
Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσεν γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος·
ἔσβεσεν αὐτὸν ὑπ᾿ αὐτοῦ κατασχεθείς.
Ἐκράτησεν Ἀδὴς τοῦ σώματος καὶ Θεῷ περιέτυχεν·
ἔλαβεν γῆν καὶ συνήντησεν οὐρανῷ·
ἔλαβεν ὃ ἔβλεπεν καὶ ἔπεσεν ὑπὸ οὗ οὐκ ἔβλεπεν.

Ποῦ σου, θάνατε, τὸ κέντρον;
Ποῦ σου, ᾍδη, τὸ νῖκος;
Ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι.
Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστὸς καὶ ζωή πολιτεύεται.
Ἀνέστη Χριστὸς καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος.

Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν,
ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου