Ἀπολυτίκιο. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Ὡς ὄρος περίοπτον, καὶ ἐμφανὲς ἀληθῶς, προεῖδες ἐν Πνεύματι, τὴν Ἐκκλησίαν Χριστοῦ, Μιχαία θεόπνευστε· ὅθεν οἱ εὑρηκότες, ἐν αὐτῇ σωτηρίαν, βαίνουσιν ὡς προέφης, ἐν ταῖς τρίβοις Κυρίου, γεραίροντες ὦ Προφῆτα, τὴν πάνσεπτον μνήμην σου.

Κοντάκιον. Ἦχος δ’.
Ἐπεφάνης σήμερον.
Τοῦ Ἁγίου Πνεύματος ταῖς λαμπηδόσι, φωτισθεὶς προέγραψας, τὴν συγκατάβασιν Χριστοῦ, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, οἱ σὲ τιμῶντες, Μιχαία θεόπνευστε.

Μεγαλυνάριον.
Γλῶσσαν πνευματέμφορον ἐσχηκώς, ὤφθης τῶν μελλόντων, προσημάντωρ ὑφηγητής· ὅθεν ἐδοξάσθης, Μιχαία θεηγόρε, ἀθλητικῶς σφραγίσας, τὴν πολιτείαν σου.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου