Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε,
ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων·
Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ·
καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε.
Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας·
Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου